Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.28 Dem. 49.33 (English) >>Dem. 49.35

49.31ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τοῦτον καὶ Τιμοσθένης Αἰγιλιεὺς ἀφικνεῖται κατʼ ἐμπορίαν ἰδίαν ἀποδημῶν. ἐπιτήδειος δὲ ὢν Φορμίωνι καὶ κοινωνὸς Τιμοσθένης, ὅτʼ ἐξέπλει, δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετʼ ἄλλων χρημάτων καὶ φιάλας λυκιουργεῖς δύο. ἀπὸ τύχης δὲ παῖς ταύτας τὰς φιάλας, οὐκ εἰδὼς ὅτι ἀλλότριαι ἦσαν, δίδωσι τῷ Αἰσχρίωνι τῷ ἀκολούθῳ τῷ τούτου, ὅτʼ ἐπέμφθη ὡς τὸν πατέρα τὸν ἐμὸν ὑπὸ τούτου, καὶ ᾐτεῖτο τὰ στρώματα καὶ τὰ ἱμάτια καὶ τὰς φιάλας, καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος. 49.32ἀπαιτοῦντος δὲ τοῦ Τιμοσθένους τὰς φιάλας τὸν Φορμίωνα, ἐπειδὴ ἧκεν, ἀποδημοῦντος Τιμοθέου παρὰ βασιλεῖ, πείθει αὐτὸν πατὴρ ἐμὸς τιμὴν ἀπολαβεῖν τῶν φιαλῶν, ὅσον ἦγον αἱ φιάλαι, διακοσίας τριάκοντα ἑπτά. καὶ τῷ μὲν Τιμοσθένει τιμὴν ἀπέδωκεν τῶν φιαλῶν, τοῦτον δὲ ἐγράψατο αὑτῷ ὀφείλοντα, πρὸς τὸ ἄλλο χρέως οὗτος αὐτῷ ὤφειλεν, ἀπέτεισεν τῷ Τιμοσθένει τῶν φιαλῶν. 49.33καὶ ταῦτα πάντα ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας, πρῶτον μὲν τῶν δόντων τὸ ἀργύριον οἷς οὗτος ἐκέλευσεν ἀπὸ τῆς τραπέζης καὶ ἐπικαθημένων τότε, ἔπειτα τοῦ ἀπολαβόντος τὴν τιμὴν τῶν φιαλῶν.Μαρτυρίαι

ὅτι μὲν τοίνυν οὐ ψεύδομαι πρὸς ὑμᾶς περὶ ὧν εἶπον, τῶν μαρτυριῶν ἀναγιγνωσκομένων ἀκηκόατε. ὅτι δέ μοι καὶ αὐτὸς οὗτος ὡμολόγει τὰ ξύλα τὰ κομισθέντα ὑπὸ Φιλώνδου εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ ἀνακομισθῆναι τὴν ἐν Πειραιεῖ, τούτων ὑμῖν ἀναγνώσεται τὴν μαρτυρίαν.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.28 Dem. 49.33 (English) >>Dem. 49.35

Powered by PhiloLogic